Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον
  2. δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.
  3. ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,
  4. Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν·
  5. ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι
  6. μνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.
  7. ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα·
  8. κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω·
  9. μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,
  10. ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
  11. ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται.