Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.
  • λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος,
  • ἥ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει·
  • σχέσθε, φίλοι, καί μʼ οἶον ἐάσατε πένθεϊ λυγρῷ
  • τείρεσθʼ, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς
  • δυσμενέων κάκʼ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς,
  • τῶν μʼ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες,
  • τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη
  • ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε.
  • εἴ χʼ ὑμεῖς γε φάγοιτε, τάχʼ ἄν ποτε καὶ τίσις εἴη·