Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ
  2. χρήματʼ ἀπαιτίζοντες, ἕως κʼ ἀπὸ πάντα δοθείη·
  3. νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ.
  4. ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
  5. δάκρυʼ ἀναπρήσας· οἶκτος δʼ ἕλε λαὸν ἅπαντα.
  6. ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη
  7. Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν·
  8. Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε·
  9. Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες
  10. ἡμέας αἰσχύνων· ἐθέλοις δέ κε μῶμον ἀνάψαι.