Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον
  • μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,
  • οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
  • ἡμεῖς δʼ οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειτα
  • λευγαλέοι τʼ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.
  • ἦ τʼ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.
  • οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδʼ ἔτι καλῶς
  • οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί,
  • ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους,
  • οἳ περιναιετάουσι· θεῶν δʼ ὑποδείσατε μῆνιν,