Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τοίσδεσσιν βασίλευε, πατὴρ δʼ ὣς ἤπιος ἦεν·
  • νῦν δʼ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα
  • πάγχυ διαρραίσει, βίοτον δʼ ἀπὸ πάμπαν ὀλέσσει.
  • μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,
  • τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι,
  • οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι
  • Ἰκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα,
  • δοίη δʼ ᾧ κʼ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι·
  • οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,
  • βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας