Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ἄντιφος αἰχμητής· τὸν δʼ ἄγριος ἔκτανε Κύκλωψ
  2. ἐν σπῆι γλαφυρῷ, πύματον δʼ ὡπλίσσατο δόρπον.
  3. τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει,
  4. Εὐρύνομος, δύο δʼ αἰὲν ἔχον πατρώια ἔργα.
  5. ἀλλʼ οὐδʼ ὣς τοῦ λήθετʼ ὀδυρόμενος καὶ ἀχεύων.
  6. τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·
  7. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·