Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη.
  2. τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο·
  3. ἕζετο δʼ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.
  4. τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχʼ ἀγορεύειν,
  5. ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη.
  6. καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμʼ ἀντιθέῳ Ὀδυσῆι
  7. Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν,