Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • οὔτε ποθʼ ἡμετέρη ἀγορὴ γένετʼ οὔτε θόωκος
  • ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί.
  • νῦν δὲ τίς ὧδʼ ἤγειρε; τίνα χρειὼ τόσον ἵκει
  • ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν;
  • ἠέ τινʼ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο,
  • ἥν χʼ ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο;
  • ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδʼ ἀγορεύει;