Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὴν δʼ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε
  2. δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
  3. ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν·
  4. ἦ μάλʼ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σʼ ἐγώ γε
  5. πρὶν ἔγνων, πρὶν πάντα ἄνακτʼ ἐμὸν ἀμφαφάασθαι.
  6. ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,
  7. πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.
  8. ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατʼ ἀντίη οὔτε νοῆσαι·
  9. τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺς
  10. χεῖρʼ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,
  11. τῇ δʼ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε.
  12. μαῖα, τίη μʼ ἐθέλεις ὀλέσαι; σὺ δέ μʼ ἔτρεφες αὐτὴ
  13. τῷ σῷ ἐπὶ μαζῷ· νῦν δʼ ἄλγεα πολλὰ μογήσας
  14. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  15. ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
  16. σίγα, μή τίς τʼ ἄλλος ἐνὶ μεγάροισι πύθηται.
  17. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
  18. εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
  19. οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότʼ ἂν ἄλλας
  20. δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας.
  21. τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·
  22. τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
  23. οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδʼ ἐπιεικτόν,
  24. ἕξω δʼ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.
  25. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  26. εἴ χʼ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
  27. δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,
  28. αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.
  29. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  30. μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή.
  31. εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομʼ ἑκάστην·
  32. ἀλλʼ ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν.
  33. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
  34. οἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερʼ ἔκχυτο πάντα.
  35. αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπʼ ἐλαίῳ,
  36. αὖτις ἄρʼ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς
  37. θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.
  38. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·
  39. ξεῖνε, τὸ μέν σʼ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή·
  40. καὶ γὰρ δὴ κοίτοιο τάχʼ ἔσσεται ἡδέος ὥρη,
  41. ὅν τινά γʼ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ.
  42. αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων·
  43. ἤματα μὲν γὰρ τέρπομʼ ὀδυρομένη, γοόωσα,
  44. ἔς τʼ ἐμὰ ἔργʼ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ·
  45. αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας,
  46. κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρ
  47. ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν.
  48. ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών,
  49. καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,
  50. δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,
  51. ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν,
  52. παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ
  53. κτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος,
  54. ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,
  55. ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω,
  56. κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα,
  57. εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,