Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦ ἤδη ἅμʼ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστος
  2. μνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα.
  3. παῖς δʼ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων,
  4. γήμασθʼ οὔ μʼ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν·
  5. νῦν δʼ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,
  6. καὶ δή μʼ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,
  7. κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.
  8. ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.
  9. χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν
  10. ἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα·
  11. ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης
  12. πᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δʼ ἐκέχυντο
  13. ἀθρόοι ἐν μεγάροις, ὁ δʼ ἐς αἰθέρα δῖαν ἀέρθη.
  14. αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,
  15. ἀμφὶ δʼ ἔμʼ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί,
  16. οἴκτρʼ ὀλοφυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας.
  17. ἂψ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ προὔχοντι μελάθρῳ,
  18. φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε·
  19. θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο·
  20. οὐκ ὄναρ, ἀλλʼ ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.
  21. χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις
  22. ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα,
  23. ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.
  24. ὣς ἔφατʼ, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε·
  25. παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα
  26. πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ.
  27. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  28. ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον
  29. ἄλλῃ ἀποκλίναντʼ, ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεὺς
  30. πέφραδʼ ὅπως τελέει· μνηστῆρσι δὲ φαίνετʼ ὄλεθρος
  31. πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
  32. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  33. ξεῖνʼ, ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι
  34. γίγνοντʼ, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.
  35. δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων·
  36. αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι·
  37. τῶν οἳ μέν κʼ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος,
  38. οἵ ῥʼ ἐλεφαίρονται, ἔπεʼ ἀκράαντα φέροντες·
  39. οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,
  40. οἵ ῥʼ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.
  41. ἀλλʼ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον
  42. ἐλθέμεν· ἦ κʼ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.
  43. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  44. ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μʼ Ὀδυσῆος
  45. οἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον,
  46. τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν
  47. ἵστασχʼ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας·
  48. στὰς δʼ ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν.
  49. νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω·
  50. ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
  51. καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
  52. τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
  53. κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο·
  54. τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
  55. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  56. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  57. μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον·