Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
  2. χερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
  3. μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊ
  4. κύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.
  5. Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι
  6. δεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν,
  7. αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·
  8. τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,
  9. μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
  10. ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας.
  11. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  12. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
  13. ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
  14. δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
  15. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  16. βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ
  17. υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
  18. ἤϊεν· αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ
  19. Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας.
  20. Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
  21. ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο,
  22. οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δʼ ἄρʼ αὐτῶν
  23. ἴχνιʼ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν
  24. υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
  25. ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.
  26. ἔνθα δʼ ἄρʼ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς·
  27. τὴν μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων,
  28. οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
  29. οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνὴ
  30. ἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.
  31. τὸν δʼ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν,
  32. ὡς ἐπάγοντες ἐπῇσαν· ὁ δʼ ἀντίος ἐκ ξυλόχοιο
  33. φρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς,
  34. στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς
  35. ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,
  36. οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς
  37. γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι
  38. λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός.
  39. τὸν δʼ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,
  40. ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή·
  41. κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.
  42. τὸν μὲν ἄρʼ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο,
  43. ὠτειλὴν δʼ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο
  44. δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δʼ αἷμα κελαινὸν
  45. ἔσχεθον, αἶψα δʼ ἵκοντο φίλου πρὸς δώματα πατρός.
  46. τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
  47. εὖ ἰησάμενοι ἠδʼ ἀγλαὰ δῶρα πορόντες
  48. καρπαλίμως χαίροντα φίλην ἐς πατρίδʼ ἔπεμπον
  49. εἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ
  50. χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,
  51. οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν
  52. ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι,
  53. Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
  54. τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα
  55. γνῶ ῥʼ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι·
  56. ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,
  57. ἂψ δʼ ἑτέρωσʼ ἐκλίθη· τὸ δʼ ἐπὶ χθονὸς ἐξέχυθʼ ὕδωρ.