Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὤμνυε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
  2. νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
  3. οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
  4. ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς
  5. ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
  6. καί μοι κτήματʼ ἔδειξεν, ὅσα ξυναγείρατʼ Ὀδυσσεύς·
  7. καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι,
  8. ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
  9. τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο
  10. ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
  11. ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν
  12. ἤδη δὴν ἀπεών, ἤ ἀμφαδὸν ἦε κρυφηδόν.
  13. ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη
  14. ἄγχι μάλʼ, οὐδʼ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης
  15. δηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω.
  16. ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,
  17. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
  18. ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
  19. τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
  20. τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο.
  21. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  22. αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·