τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶραἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.ἀλλά μοι ὧδʼ ἀνὰ θυμὸν ὀΐεται, ὡς ἔσεταί περ·οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται, οὔτε σὺ πομπῆςτεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσʼ ἐνὶ οἴκῳοἷος Ὀδυσσεὺς ἔσκε μετʼ ἀνδράσιν, εἴ ποτʼ ἔην γε,ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι.ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δʼ εὐνήν,δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,ὥς κʼ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται.ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε,ὥς κʼ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηταιἥμενος ἐν μεγάρῳ· τῷ δʼ ἄλγιον ὅς κεν ἐκείνωντοῦτον ἀνιάζῃ θυμοφθόρος· οὐδέ τι ἔργονἐνθάδʼ ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς.πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶνἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν,εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισινδαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγεʼ ὀπίσσωζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες·