κουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,ἢ Ὀδυσῆʼ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον·νημερτέως γάρ τοι μυθήσομαι οὐδʼ ἐπικεύσωὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσαἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰαἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρουςὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ,Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷΖεύς τε καὶ Ἠέλιος· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ·τὸν δʼ ἄρʼ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμʼ ἐπὶ χέρσου,Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντοκαί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶοἴκαδʼ ἀπήμαντον. καί κεν πάλαι ἐνθάδʼ Ὀδυσσεὺςἤην· ἀλλʼ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ,χρήματʼ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι·ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπωνοἶδʼ Ὀδυσεύς, οὐδʼ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων·