τὸν δʼ ἄρʼ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμʼ ἐπὶ χέρσου,Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντοκαί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶοἴκαδʼ ἀπήμαντον. καί κεν πάλαι ἐνθάδʼ Ὀδυσσεὺςἤην· ἀλλʼ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ,χρήματʼ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι·ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπωνοἶδʼ Ὀδυσεύς, οὐδʼ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων·ὤμνυε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς