τῆκε, πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν·καὶ γάρ τίς τʼ ἀλλοῖον ὀδύρεται ἄνδρʼ ὀλέσασακουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,ἢ Ὀδυσῆʼ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον·νημερτέως γάρ τοι μυθήσομαι οὐδʼ ἐπικεύσωὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσαἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰαἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρουςὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ,Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷΖεύς τε καὶ Ἠέλιος· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ·