Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
  • καί μοι κτήματʼ ἔδειξεν, ὅσα ξυναγείρατʼ Ὀδυσσεύς·
  • καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι,
  • ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
  • τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο
  • ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
  • ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν
  • ἤδη δὴν ἀπεών, ἤ ἀμφαδὸν ἦε κρυφηδόν.
  • ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη
  • ἄγχι μάλʼ, οὐδʼ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης
  • δηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω.
  • ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,
  • ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
  • ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.