Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·
  2. ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ ἐκάλυψεν.
  3. αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ
  4. αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν
  5. αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο
  6. παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.
  7. ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα,
  8. οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
  9. ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  10. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  11. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
  12. ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
  13. τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν,
  14. πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
  15. ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·
  16. Τηλέμαχʼ, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα·
  17. παῖς ἔτʼ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας·
  18. νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,
  19. καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,
  20. ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς,
  21. οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.
  22. οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,
  23. ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.
  24. πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν
  25. ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;
  26. σοί κʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο.
  27. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  28. μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι·
  29. αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,
  30. ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δʼ ἔτι νήπιος ἦα.
  31. ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι·
  32. ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος
  33. οἵδε κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί.
  34. οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη
  35. μνηστήρων ἰότητι, βίῃ δʼ ὅ γε φέρτερος ἦεν.
  36. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  37. οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι
  38. νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,
  39. οἱ δʼ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,
  40. ὡς νῦν Ἶρος κεῖνος ἐπʼ αὐλείῃσι θύρῃσιν
  41. ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς,
  42. οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι
  43. οἴκαδʼ, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.
  44. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  45. Εὐρύμαχος δʼ ἐπέεσσι προσηύδα Πηνελόπειαν·
  46. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  47. εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί,
  48. πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν
  49. ἠῶθεν δαινύατʼ, ἐπεὶ περίεσσι γυναικῶν
  50. εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας.
  51. τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
  52. Εὐρύμαχʼ, ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
  53. ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
  54. Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.
  55. εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
  56. μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
  57. νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
  58. ἦ μὲν δὴ ὅτε τʼ ᾖε λιπὼν κάτα πατρίδα γαῖαν,
  59. δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα·
  60. ὦ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺς
  61. ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι·
  62. καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,
  63. ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν
  64. ἵππων τʼ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα
  65. ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο.
  66. τῷ οὐκ οἶδʼ ἤ κέν μʼ ἀνέσει θεός, ἦ κεν ἁλώω
  67. αὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.
  68. μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν
  69. ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος·
  70. αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι,
  71. γήμασθʼ ᾧ κʼ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα.
  72. κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
  73. νὺξ δʼ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει
  74. οὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.
  75. ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·
  76. μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο·
  77. οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα
  78. μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,
  79. αὐτοὶ τοί γʼ ἀπάγουσι βόας καὶ ἴφια μῆλα,
  80. κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν·
  81. ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.
  82. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  83. οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν
  84. μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.
  85. τὴν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός,
  86. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  87. δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι,
  88. δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·
  89. ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,
  90. πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος.
  91. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος·
  92. δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
  93. Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,
  94. ποικίλον· ἐν δʼ ἀρʼ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι
  95. χρύσειαι, κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι.
  96. ὅρμον δʼ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκʼ ἔνεικε.
  97. χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.
  98. ἕρματα δʼ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν,
  99. τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.
  100. ἐκ δʼ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος
  101. ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα.
  102. ἄλλο δʼ ἄρʼ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.
  103. ἡ μὲν ἔπειτʼ ἀνέβαινʼ ὑπερώϊα δῖα γυναικῶν,
  104. τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα
  105. οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
  106. τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
  107. τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.
  108. αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,
  109. ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν,
  110. αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,
  111. καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δʼ ἀνέφαινον
  112. δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν
  113. αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς·
  114. δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,
  115. ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια·
  116. τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν
  117. ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν·
  118. αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.
  119. ἤν περ γάρ κʼ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν,
  120. οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλʼ εἰμί.
  121. ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο.
  122. τὸν δʼ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος,
  123. τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια,
  124. παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ·
  125. ἀλλʼ οὐδʼ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,
  126. ἀλλʼ ἥ γʼ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.
  127. ἥ ῥʼ Ὀδυσῆʼ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν·
  128. ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί,
  129. οὐδʼ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών,
  130. ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις,
  131. θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ
  132. ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
  133. τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
  134. ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
  135. μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,
  136. ὅς τίς σʼ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι
  137. δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ.
  138. τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·