Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῦτον ἀλέξασθαι, τῶν δʼ ἄλλων μή τινʼ Ἀχαιῶν
  2. δείδιθʼ, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ·
  3. ξεινοδόκος μὲν ἐγών, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες,
  4. Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω.
  5. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ Ὀδυσσεὺς
  6. ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς
  7. καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι
  8. στήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνη
  9. ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν.
  10. μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο·
  11. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  12. ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,
  13. οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.
  14. ὣς ἄρʼ ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.
  15. ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ
  16. δειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν.
  17. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  18. νῦν μὲν μήτʼ εἴης, βουγάϊε, μήτε γένοιο,
  19. εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,
  20. ἄνδρα γέροντα, δύῃ ἀρημένον, ἥ μιν ἱκάνει.
  21. ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  22. αἴ κέν σʼ οὗτος νικήσῃ κρείσσων τε γένηται,
  23. πέμψω σʼ ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ,
  24. εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
  25. ὅς κʼ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ,
  26. μήδεά τʼ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι.
  27. ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε γυῖα.
  28. ἐς μέσσον δʼ ἄναγον· τὼ δʼ ἄμφω χεῖρας ἀνέσχον.
  29. δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς
  30. ἢ ἐλάσειʼ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα,
  31. ἦέ μιν ἦκʼ ἐλάσειε τανύσσειέν τʼ ἐπὶ γαίῃ.
  32. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  33. ἦκʼ ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατʼ Ἀχαιοί.
  34. δὴ τότʼ ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμον
  35. Ἶρος, ὁ δʼ αὐχένʼ ἔλασσεν ὑπʼ οὔατος, ὀστέα δʼ εἴσω
  36. ἔθλασεν· αὐτίκα δʼ ἦλθε κατὰ στόμα φοίνιον αἷμα,
  37. κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, σὺν δʼ ἤλασʼ ὀδόντας
  38. λακτίζων ποσὶ γαῖαν· ἀτὰρ μνηστῆρες ἀγαυοὶ
  39. χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺς
  40. ἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρʼ ἵκετʼ αὐλήν,
  41. αἰθούσης τε θύρας· καί μιν ποτὶ ἑρκίον αὐλῆς
  42. εἷσεν ἀνακλίνας· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,
  43. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  44. ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τʼ ἀπερύκων,
  45. μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι
  46. λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.
  47. ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
  48. πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
  49. ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο· τοὶ δʼ ἴσαν εἴσω
  50. ἡδὺ γελώοντες καὶ δεικανόωντʼ ἐπέεσσι·
  51. Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
  52. ὅττι μάλιστʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,
  53. ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας
  54. ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε
  55. εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων.
  56. ὣς ἄρʼ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.
  57. Ἀντίνοος δʼ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν,
  58. ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲ
  59. ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας
  60. καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε·
  61. χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσσω
  62. ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
  63. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  64. Ἀμφίνομʼ, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι·
  65. τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον,
  66. Νῖσον Δουλιχιῆα ἐΰν τʼ ἔμεν ἀφνειόν τε·
  67. τοῦ σʼ ἔκ φασι γενέσθαι, ἐπητῇ δʼ ἀνδρὶ ἔοικας.
  68. τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  69. οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο,
  70. πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
  71. οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,
  72. ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ·
  73. ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,
  74. καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ·
  75. τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων
  76. οἷον ἐπʼ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε.
  77. καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,
  78. πολλὰ δʼ ἀτάσθαλʼ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,
  79. πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.
  80. τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,
  81. ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.
  82. οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,
  83. κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν
  84. ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης
  85. δηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων
  86. οἴκαδʼ ὑπεξαγάγοι, μηδʼ ἀντιάσειας ἐκείνῳ,
  87. ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν·
  88. οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω
  89. μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ.
  90. ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,
  91. ἂψ δʼ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.
  92. αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ,
  93. νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός.
  94. ἀλλʼ οὐδʼ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη
  95. Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.
  96. ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
  97. τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
  98. κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,
  99. μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα
  100. θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο
  101. μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.
  102. ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  103. Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε,
  104. μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·
  105. παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,
  106. μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,
  107. οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι.
  108. τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·
  109. ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.
  110. ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,
  111. χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς·
  112. μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα
  113. ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.
  114. ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα
  115. ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.
  116. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  117. Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,
  118. χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·
  119. ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,
  120. ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.
  121. ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι
  122. ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·
  123. οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ.
  124. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
  125. ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
  126. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
  127. κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,
  128. εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα
  129. αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων
  130. ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί.
  131. κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν
  132. ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια
  133. χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·
  134. καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,
  135. λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.
  136. ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων,
  137. ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο
  138. φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,