Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷʼ ἀγορεύεις,
  2. κεῖσʼ ἐλθών, ἵνα σʼ αὖθι διὰ μελεϊστὶ τάμῃσιν.
  3. ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.
  4. βὰν δʼ ἴμεναι διὰ δῶμα, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης
  5. ταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.
  6. αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν
  7. ἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ
  8. ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥʼ οὐκ ἀτέλεστα γένοντο.
  9. μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
  10. λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον
  11. δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.
  12. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν,
  13. κερτομέων Ὀδυσῆα· γέλω δʼ ἑτάροισιν ἔτευχε.
  14. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
  15. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  16. οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει·
  17. ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ
  18. κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί.
  19. ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον·
  20. ξεῖνʼ, ἦ ἄρ κʼ ἐθέλοις θητευέμεν, εἴ σʼ ἀνελοίμην,
  21. ἀγροῦ ἐπʼ ἐσχατιῆς—μισθὸς δέ τοι ἄρκιος ἔσται—
  22. αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;
  23. ἔνθα κʼ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,
  24. εἵματα δʼ ἀμφιέσαιμι ποσίν θʼ ὑποδήματα δοίην.
  25. ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθες, οὐκ ἐθελήσεις
  26. ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον
  27. βούλεαι, ὄφρʼ ἄν ἔχῃς βόσκειν σὴν γαστέρʼ ἄναλτον.
  28. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  29. Εὐρύμαχʼ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο
  30. ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται,
  31. ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,
  32. καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου
  33. νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη.
  34. εἰ δʼ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,
  35. αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης,
  36. ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
  37. τετράγυον δʼ εἴη, εἴκοι δʼ ὑπὸ βῶλος ἀρότρῳ·
  38. τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.
  39. εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων
  40. σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε
  41. καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα,
  42. τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,
  43. οὐδʼ ἄν μοι τὴν γαστέρʼ ὀνειδίζων ἀγορεύοις.
  44. ἀλλὰ μάλʼ ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής·
  45. καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,
  46. οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.
  47. εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
  48. αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα,
  49. φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.
  50. ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,
  51. καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
  52. ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ ἀγορεύεις
  53. θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ
  54. ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
  55. τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
  56. ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
  57. ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς
  58. Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,
  59. Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα
  60. δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,
  61. αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.
  62. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
  63. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  64. αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι
  65. πρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.
  66. νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς
  67. ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
  68. τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο
  69. δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ
  70. βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει.
  71. ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες,
  72. ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε.
  73. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
  74. Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
  75. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε
  76. Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος·
  77. ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
  78. ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·
  79. μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον
  80. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  81. ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
  82. ὄφρα σπείσαντες κατακείομεν οἴκαδʼ ἰόντες·
  83. τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος
  84. Τηλεμάχῳ μελέμεν· τοῦ γὰρ φίλον ἵκετο δῶμα.
  85. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε.
  86. τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,
  87. κῆρυξ Δουλιχιεύς· θεράπων δʼ ἦν Ἀμφινόμοιο·
  88. νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσι
  89. σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον.
  90. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
  91. βάν ῥʼ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθʼ ἕκαστος.
  1. αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
  2. μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων·
  3. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
  4. Τηλέμαχε, χρὴ τεύχεʼ ἀρήϊα κατθέμεν εἴσω
  5. πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
  6. παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·
  7. ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
  8. οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
  9. ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.
  10. πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔβαλε δαίμων
  11. μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
  12. ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
  13. καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
  14. ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
  15. ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·
  16. μαῖʼ, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας,
  17. ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς
  18. καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει
  19. πατρὸς ἀποιχομένοιο· ἐγὼ δʼ ἔτι νήπιος ἦα.
  20. νῦν δʼ ἐθέλω καταθέσθαι, ἵνʼ οὐ πυρὸς ἵξετʼ ἀϋτμή.
  21. τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  22. αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο
  23. οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν.
  24. ἀλλʼ ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει;
  25. δμῳὰς δʼ οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον.
  26. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  27. ξεῖνος ὅδʼ· οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε
  28. χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς.
  29. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
  30. κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
  31. τὼ δʼ ἄρʼ ἀναΐξαντʼ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς
  32. ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας
  33. ἔγχεά τʼ ὀξυόεντα· πάροιθε δὲ Παλλὰς Ἀθήνη,
  34. χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει.
  35. δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
  36. ὦ πάτερ, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι.
  37. ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι,
  38. εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσʼ ἔχοντες
  39. φαίνοντʼ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο.
  40. ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
  41. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  42. σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδʼ ἐρέεινε·
  43. αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.
  44. ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ,
  45. ὄφρα κʼ ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω·
  46. ἡ δέ μʼ ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα.
  47. ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει