Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  2. δαιμόνιʼ, οὔτε τί σε ῥέζω κακὸν οὔτʼ ἀγορεύω,
  3. οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλʼ ἀνελόντα.
  4. οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ
  5. ἀλλοτρίων φθονέειν· δοκέεις δέ μοι εἶναι ἀλήτης
  6. ὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.
  7. χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς,
  8. μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω
  9. αἵματος· ἡσυχίη δʼ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτʼ εἴη
  10. αὔριον· οὐ μὲν γάρ τί σʼ ὑποστρέψεσθαι ὀΐω
  11. δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.