Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀζηχὲς φαγέμεν καὶ πιέμεν· οὐδέ οἱ ἦν ἲς
  2. οὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι.
  3. Ἀρναῖος δʼ ὄνομʼ ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ
  4. ἐκ γενετῆς· Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,
  5. οὕνεκʼ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι·
  6. ὅς ῥʼ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο,
  7. καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα·
  8. εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ.
  9. οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες,
  10. ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δʼ αἰσχύνομαι ἔμπης.
  11. ἀλλʼ ἄνα, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται.