Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης·
  2. ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,
  3. γρηῒ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμην
  4. κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας
  5. γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.
  6. ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε
  7. μαρναμένους· πῶς δʼ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;
  8. ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων
  9. οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.
  10. τοῖϊν δὲ ξυνέηχʼ ἱερὸν μένος Ἀντινόοιο,
  11. ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν·