Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
  2. καὶ γὰρ νῦν, ὅτε μʼ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα
  3. οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν,
  4. οὔτε τι Τηλέμαχος τό γʼ ἐπήρκεσεν οὔτε τις ἄλλος.
  5. τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι
  6. μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα·
  7. καὶ τότε μʼ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ,
  8. ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι
  9. λύγρʼ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθʼ ἱκέτευσα.
  10. ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.
  11. τὸν δʼ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·