Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί ἑ θυμὸς
  2. ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ.
  3. εἰ δέ κέ σε γνώῃ νημερτέα πάντʼ ἐνέποντα,
  4. ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα
  5. χρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον
  6. γαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κʼ ἐθέλῃσι.
  7. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  8. Εὔμαιʼ, αἶψά κʼ ἐγὼ νημερτέα πάντʼ ἐνέποιμι
  9. κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ·
  10. οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δʼ ἀνεδέγμεθʼ ὀϊζύν.
  11. ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδιʼ ὅμιλον,