Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὐ σύ γʼ ἄγεις, Εὔμαιε· τί τοῦτʼ ἐνόησεν ἀλήτης;
  2. ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως
  3. αἰδεῖται κατὰ δῶμα; κακὸς δʼ αἰδοῖος ἀλήτης.
  4. τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  5. μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κʼ οἴοιτο καὶ ἄλλος,
  6. ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.
  7. ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.
  8. καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια,
  9. οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι.
  10. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  11. οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη·