Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔσθιʼ ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθʼ ἄλλῃ,
  2. μή σε νέοι διὰ δώματʼ ἐρύσσωσʼ, οἷʼ ἀγορεύεις,
  3. ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα.
  4. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν·
  5. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  6. Ἀντίνοʼ, οὐ μὲν κάλʼ ἔβαλες δύστηνον ἀλήτην,
  7. οὐλόμενʼ, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν.