Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,
  2. παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας,
  3. ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.
  4. ὣς ἄρʼ ἔφαν μνηστῆρες, ὁ δʼ οὐκ ἐμπάζετο μύθων.
  5. Τηλέμαχος δʼ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε
  6. βλημένου, οὐδʼ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,
  7. ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.