Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὁππότʼ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι
  2. βλήεται, ἢ περὶ βουσὶν ἢ ἀργεννῇς ὀΐεσσιν·
  3. αὐτὰρ ἔμʼ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς,
  4. οὐλομένης, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσιν.
  5. ἀλλʼ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν,
  6. Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.
  7. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·