Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.
  2. τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς
  3. ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δʼ ἔπειτα
  4. νεῦσʼ ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρον
  5. κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ
  6. δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·
  7. τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν
  8. ἀντίον, ἔνθα δʼ ἄρʼ αὐτὸς ἐφέζετο· τῷ δʼ ἄρα κῆρυξ
  9. μοῖραν ἑλὼν ἐτίθει κανέου τʼ ἐκ σῖτον ἀείρας.
  10. ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ Ὀδυσσεύς,
  11. πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,
  12. σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.