Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,
  2. κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων
  3. ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
  4. Τηλέμαχος δʼ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,
  5. ἄρτον τʼ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο
  6. καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι·
  7. δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε
  8. αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·
  9. αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι.
  10. ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν,
  11. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντʼ ἀγόρευε·
  12. Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε κελεύει