Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.
  2. οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης
  3. κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη·
  4. νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης
  5. ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.
  6. δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες,
  7. οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·
  8. ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς
  9. ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.
  10. ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας,
  11. βῆ δʼ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.
  12. Ἄργον δʼ αὖ κατὰ μοῖρʼ ἔλαβεν μέλανος θανάτοιο,