Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.
  2. ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθεν, οὐκ ἐθελήσει
  3. ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον
  4. βούλεται αἰτίζων βόσκειν ἣν γαστέρʼ ἄναλτον.
  5. ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  6. αἴ κʼ ἔλθῃ πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,
  7. πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων
  8. πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.
  9. ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν
  10. ἰσχίῳ· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,
  11. ἀλλʼ ἔμενʼ ἀσφαλέως· ὁ δὲ μερμήριξεν Ὀδυσσεὺς
  12. ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο,
  13. ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας.
  14. ἀλλʼ ἐπετόλμησε, φρεσὶ δʼ ἔσχετο· τὸν δὲ συβώτης
  15. νείκεσʼ ἐσάντα ἰδών, μέγα δʼ εὔξατο χεῖρας ἀνασχών·
  16. νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτʼ Ὀδυσσεὺς
  17. ὔμμʼ ἐπὶ μηρίʼ ἔκηε, καλύψας πίονι δημῷ,
  18. ἀρνῶν ἠδʼ ἐρίφων, τόδε μοι κρηήνατʼ ἐέλδωρ,
  19. ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·
  20. τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας,
  21. τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ
  22. ἄστυ κάτʼ· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.
  23. τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
  24. ὢ πόποι, οἶον ἔειπε κύων ὀλοφώϊα εἰδώς,
  25. τόν ποτʼ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης
  26. ἄξω τῆλʼ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι.
  27. αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων
  28. σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη,
  29. ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.
  30. ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας,
  31. αὐτὰρ ὁ βῆ, μάλα δʼ ὦκα δόμους ἵκανεν ἄνακτος.
  32. αὐτίκα δʼ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν,
  33. ἀντίον Εὐρυμάχου· τὸν γὰρ φιλέεσκε μάλιστα.
  34. τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο,
  35. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα
  36. ἔδμεναι. ἀγχίμολον δʼ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
  37. στήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθʼ ἰωὴ
  38. φόρμιγγος γλαφυρῆς· ἀνὰ γάρ σφισι βάλλετʼ ἀείδειν
  39. Φήμιος· αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην·
  40. Εὔμαιʼ, ἦ μάλα δὴ τάδε δώματα κάλʼ Ὀδυσῆος,
  41. ῥεῖα δʼ ἀρίγνωτʼ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι.
  42. ἐξ ἑτέρων ἕτερʼ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ
  43. τοίχῳ καὶ θριγκοῖσι, θύραι δʼ εὐερκέες εἰσὶ
  44. δικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.
  45. γιγνώσκω δʼ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται
  46. ἄνδρες, ἐπεὶ κνίση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξ
  47. ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.
  48. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  49. ῥεῖʼ ἔγνως, ἐπεὶ οὐδὲ τά τʼ ἄλλα πέρ ἐσσʼ ἀνοήμων.
  50. ἀλλʼ ἄγε δὴ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα.
  51. ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας,
  52. δύσεο δὲ μνηστῆρας, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ·
  53. εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δʼ εἶμι προπάροιθε·
  54. μηδὲ σὺ δηθύνειν, μή τίς σʼ ἔκτοσθε νοήσας
  55. ἢ βάλῃ ἢ ἐλάσῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.
  56. τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
  57. γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
  58. ἀλλʼ ἔρχευ προπάροιθεν, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ.
  59. οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων·
  60. τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα
  61. κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω·
  62. γαστέρα δʼ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,
  63. οὐλομένην, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσι,
  64. τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται
  65. πόντον ἐπʼ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι.
  66. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  67. ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,
  68. Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτʼ αὐτὸς
  69. θρέψε μέν, οὐδʼ ἀπόνητο, πάρος δʼ εἰς Ἴλιον ἱρὴν
  70. ᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες
  71. αἶγας ἐπʼ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς·
  72. δὴ τότε κεῖτʼ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος,
  73. ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων
  74. ἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιεν
  75. δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες·
  76. ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραιστέων.
  77. δὴ τότε γʼ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,
  78. οὐρῇ μέν ῥʼ ὅ γʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,
  79. ἆσσον δʼ οὐκέτʼ ἔπειτα δυνήσατο οἷο ἄνακτος
  80. ἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,
  81. ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·
  82. Εὔμαιʼ, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτʼ ἐνὶ κόπρῳ.
  83. καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γʼ οὐ σάφα οἶδα,
  84. εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε,
  85. ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν
  86. γίγνοντʼ· ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες.
  87. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  88. καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.
  89. εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,
  90. οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
  91. αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.
  92. οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης
  93. κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη·
  94. νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης
  95. ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.
  96. δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες,
  97. οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·
  98. ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς
  99. ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.
  100. ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας,
  101. βῆ δʼ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.
  102. Ἄργον δʼ αὖ κατὰ μοῖρʼ ἔλαβεν μέλανος θανάτοιο,
  103. αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.
  104. τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς
  105. ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δʼ ἔπειτα
  106. νεῦσʼ ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρον
  107. κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ
  108. δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·
  109. τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν
  110. ἀντίον, ἔνθα δʼ ἄρʼ αὐτὸς ἐφέζετο· τῷ δʼ ἄρα κῆρυξ
  111. μοῖραν ἑλὼν ἐτίθει κανέου τʼ ἐκ σῖτον ἀείρας.
  112. ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ Ὀδυσσεύς,
  113. πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,
  114. σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.
  115. ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,
  116. κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων
  117. ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
  118. Τηλέμαχος δʼ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,
  119. ἄρτον τʼ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο
  120. καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι·
  121. δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε
  122. αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·
  123. αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι.
  124. ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν,