Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Τηλέμαχʼ, ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
  2. λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
  3. αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
  4. ᾤχεθʼ ἅμʼ Ἀτρεΐδῃσιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης,
  5. πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα,
  6. νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας.
  7. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  8. τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω.
  9. ᾠχόμεθʼ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν·
  10. δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν
  11. ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν
  12. ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος
  13. ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.
  14. αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτʼ ἔφασκεν,
  15. ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι·
  16. ἀλλά μʼ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον,
  17. ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.
  18. ἔνθʼ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ
  19. Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.
  20. εἴρετο δʼ αὐτίκʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
  21. ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν·
  22. αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα·
  23. καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  24. ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
  25. ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.
  26. ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
  27. νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
  28. κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
  29. βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
  30. ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
  31. ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
  32. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  33. τοῖος ἐὼν οἷός ποτʼ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ
  34. ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
  35. κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
  36. τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
  37. πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
  38. ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
  39. ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδʼ ἀπατήσω,
  40. ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
  41. τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.
  42. φῆ μιν ὅ γʼ ἐν νήσῳ ἰδέειν κρατέρʼ ἄλγεʼ ἔχοντα,
  43. νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
  44. ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.
  45. οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
  46. οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης
  47. ὣς ἔφατʼ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος.
  48. ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον
  49. ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.
  50. ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.
  51. τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·
  52. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  53. ἦ τοι ὅ γʼ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον·
  54. ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδʼ ἐπικεύσω·
  55. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα
  56. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,
  57. ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,
  58. ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,
  59. ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει·
  60. τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς
  61. ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.
  62. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  63. αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
  64. τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
  65. ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
  66. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  67. μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
  68. δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,
  69. ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες.
  70. ἀλλʼ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα
  71. πάντοθεν ἐξ ἀγρῶν, οἱ δʼ ἤγαγον οἳ τὸ πάρος περ,
  72. καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλιστα
  73. ἥνδανε κηρύκων, καὶ σφιν παρεγίγνετο δαιτί·
  74. κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρένʼ ἀέθλοις,
  75. ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ ἐντυνώμεθα δαῖτα·
  76. οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.
  77. ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ.
  78. αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
  79. χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
  80. οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,
  81. ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,
  82. δαῖτʼ ἐντυνόμενοι. τοὶ δʼ ἐξ ἀγροῖο πόλινδε
  83. ὠτρύνοντʼ Ὀδυσεύς τʼ ἰέναι καὶ δῖος ὑφορβός.
  84. τοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν·
  85. ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδʼ ἰέναι μενεαίνεις
  86. σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός—ἦ σʼ ἂν ἐγώ γε
  87. αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι·
  88. ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω
  89. νεικείῃ· χαλεπαὶ δέ τʼ ἀνάκτων εἰσὶν ὁμοκλαί—
  90. ἀλλʼ ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλιστα
  91. ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.
  92. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  93. γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
  94. ἀλλʼ ἴομεν, σὺ δʼ ἔπειτα διαμπερὲς ἡγεμόνευε.
  95. δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν,
  96. σκηρίπτεσθʼ, ἐπεὶ ἦ φατʼ ἀρισφαλέʼ ἔμμεναι οὐδόν.
  97. ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
  98. πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ·
  99. Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.
  100. τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες
  101. ῥύατʼ ὄπισθε μένοντες· ὁ δʼ ἐς πόλιν ἦγεν ἄνακτα
  102. πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,
  103. σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.
  104. ἀλλʼ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν
  105. ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο
  106. τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται,
  107. τὴν ποίησʼ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ·
  108. ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,
  109. πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ
  110. ὑψόθεν ἐκ πέτρης· βωμὸς δʼ ἐφύπερθε τέτυκτο
  111. νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·
  112. ἔνθα σφέας ἐκίχανʼ υἱὸς Δολίοιο Μελανθεὺς
  113. αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,
  114. δεῖπνον μνηστήρεσσι· δύω δʼ ἅμʼ ἕποντο νομῆες.
  115. τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν,
  116. ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος·
  117. νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,
  118. ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.
  119. πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,
  120. πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;
  121. ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους,
  122. αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·
  123. τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι
  124. σηκοκόρον τʼ ἔμεναι θαλλόν τʼ ἐρίφοισι φορῆναι,