Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντʼ ἀγόρευε·
  2. Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε κελεύει
  3. αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·
  4. αἰδῶ δʼ οὐκ ἀγαθήν φησʼ ἔμμεναι ἀνδρὶ προΐκτῃ.
  5. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  6. Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι,
  7. καί οἱ πάντα γένοιθʼ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ.
  8. ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν
  9. αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης,
  10. ἤσθιε δʼ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν·
  11. εὖθʼ ὁ δεδειπνήκειν, ὁ δʼ ἐπαύετο θεῖος ἀοιδός.
  12. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρʼ. αὐτὰρ Ἀθήνη,
  13. ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα
  14. ὤτρυνʼ, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,
  15. γνοίη θʼ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τʼ ἀθέμιστοι·
  16. ἀλλʼ οὐδʼ ὥς τινʼ ἔμελλʼ ἀπαλεξήσειν κακότητος.
  17. βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,
  18. πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.
  19. οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν,
  20. ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.
  21. τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
  22. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
  23. τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα.
  24. ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,
  25. αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι.
  26. ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην·
  27. ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε
  28. ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,
  29. πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες;
  30. ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος
  31. ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας;
  32. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  33. Ἀντίνοʼ, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις·
  34. τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν
  35. ἄλλον γʼ, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι,
  36. μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων,
  37. ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπῃσιν ἀείδων;
  38. οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν·
  39. πτωχὸν δʼ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν.
  40. ἀλλʼ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων
  41. δμωσὶν Ὀδυσσῆος, πέρι δʼ αὖτʼ ἐμοί· αὐτὰρ ἐγώ γε
  42. οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπεια
  43. ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.
  44. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  45. σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν·
  46. Ἀντίνοος δʼ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ
  47. μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους.
  48. ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα·
  49. Ἀντίνοʼ, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος,
  50. ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι
  51. μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε.
  52. δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε·
  53. μήτʼ οὖν μητέρʼ ἐμὴν ἅζευ τό γε μήτε τινʼ ἄλλον
  54. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  55. ἀλλʼ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·
  56. αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ.
  57. τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε·
  58. Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες.
  59. εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες,
  60. καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι.
  61. ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης
  62. κείμενον, ᾧ ῥʼ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων·
  63. οἱ δʼ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δʼ ἄρα πήρην
  64. σίτου καὶ κρειῶν· τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς
  65. αὖτις ἐπʼ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν·
  66. στῆ δὲ παρʼ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε·
  67. δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν
  68. ἔμμεναι, ἀλλʼ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.
  69. τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι
  70. σίτου· ἐγὼ δέ κέ σε κλείω κατʼ ἀπείρονα γαῖαν.
  71. καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
  72. ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
  73. τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·
  74. ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ
  75. οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
  76. ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων—ἤθελε γάρ που—
  77. ὅς μʼ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν
  78. Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδόν, ὄφρʼ ἀπολοίμην.
  79. στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
  80. ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
  81. αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,
  82. ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.
  83. οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,
  84. αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
  85. πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
  86. αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.
  87. οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν
  88. ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
  89. χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος
  90. φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
  91. στῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
  92. ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
  93. τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
  94. αὐτὰρ ἔμʼ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι,
  95. Δμήτορι Ἰασίδῃ, ὃς Κύπρου ἶφι ἄνασσεν·
  96. ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκω πήματα πάσχων.
  97. τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε·
  98. τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην;
  99. στῆθʼ οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης,
  100. μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι·
  101. ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης.
  102. ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι
  103. μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδʼ ἐλεητὺς
  104. ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ.
  105. τὸν δʼ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς·
  106. ὢ πόποι, οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν·
  107. οὐ σύ γʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης,
  108. ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης
  109. σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν.
  110. ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,
  111. καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
  112. νῦν δή σʼ οὐκέτι καλὰ διὲκ μεγάροιό γʼ ὀΐω
  113. ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις.
  114. ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον,
  115. πρυμνότατον κατὰ νῶτον· ὁ δʼ ἐστάθη ἠΰτε πέτρη
  116. ἔμπεδον, οὐδʼ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο,
  117. ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
  118. ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο, κὰδ δʼ ἄρα πήρην
  119. θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε·
  120. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
  121. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  122. οὐ μὰν οὔτʼ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος,
  123. ὁππότʼ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι
  124. βλήεται, ἢ περὶ βουσὶν ἢ ἀργεννῇς ὀΐεσσιν·