Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ
  2. ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο.
  3. τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν·
  4. ἦλθες, δῖʼ Εὔμαιε. τί δὴ κλέος ἔστʼ ἀνὰ ἄστυ;
  5. ἦ ῥʼ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν
  6. ἐκ λόχου, ἦ ἔτι μʼ αὖτʼ εἰρύαται οἴκαδʼ ἰόντα;
  7. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  8. οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι
  9. ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει
  10. ἀγγελίην εἰπόντα πάλιν δεῦρʼ ἀπονέεσθαι.
  11. ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ὠκύς,
  12. κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.
  13. ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν.
  14. ἤδη ὑπὲρ πόλιος, ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν,
  15. ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν
  16. ἐς λιμένʼ ἡμέτερον· πολλοὶ δʼ ἔσαν ἄνδρες ἐν αὐτῇ,
  17. βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι·
  18. καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα.
  19. ὣς φάτο, μείδησεν δʼ ἱερὴ ἲς Τηλεμάχοιο
  20. ἐς πατέρʼ ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δʼ ὑφορβόν.
  21. οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
  22. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
  23. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  24. κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
  1. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  2. δὴ τότʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα
  3. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
  4. εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει,
  5. ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην·
  6. ἄττʼ, ἦ τοι μὲν ἐγὼν εἶμʼ ἐς πόλιν, ὄφρα με μήτηρ
  7. ὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω
  8. κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,
  9. πρίν γʼ αὐτόν με ἴδηται· ἀτὰρ σοί γʼ ὧδʼ ἐπιτέλλω.
  10. τὸν ξεῖνον δύστηνον ἄγʼ ἐς πόλιν, ὄφρʼ ἂν ἐκεῖθι
  11. δαῖτα πτωχεύῃ· δώσει δέ οἱ ὅς κʼ ἐθέλῃσι
  12. πύρνον καὶ κοτύλην· ἐμὲ δʼ οὔ πως ἔστιν ἅπαντας
  13. ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ·
  14. ὁ ξεῖνος δʼ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ
  15. ἔσσεται· ἦ γὰρ ἐμοὶ φίλʼ ἀληθέα μυθήσασθαι.
  16. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  17. ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω·
  18. πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατʼ ἀγροὺς
  19. δαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κʼ ἐθέλῃσιν.
  20. οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί,
  21. ὥστʼ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι.
  22. ἀλλʼ ἔρχευ· ἐμὲ δʼ ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις,
  23. αὐτίκʼ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.
  24. αἰνῶς γὰρ τάδε εἵματʼ ἔχω κακά· μή με δαμάσσῃ
  25. στίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτʼ εἶναι.
  26. ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει,
  27. κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.
  28. αὐτὰρ ἐπεί ῥʼ ἵκανε δόμους εὖ ναιετάοντας,
  29. ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρήν,
  30. αὐτὸς δʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
  31. τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,
  32. κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,
  33. δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν· ἀμφὶ δʼ ἄρʼ ἄλλαι
  34. δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,
  35. καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.
  36. ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
  37. Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ,
  38. ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,
  39. κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,
  40. καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  41. ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε
  42. ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε
  43. λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν.
  44. ἀλλʼ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
  45. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  46. μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ
  47. ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον·
  48. ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
  49. εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
  50. εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
  51. ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
  52. αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσω
  53. ξεῖνον, ὅτις μοι κεῖθεν ἅμʼ ἕσπετο δεῦρο κιόντι.
  54. τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι,
  55. Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα
  56. ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.
  57. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
  58. ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
  59. εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
  60. ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
  61. Τηλέμαχος δʼ ἄρʼ ἔπειτα διὲκ μεγάροιο βεβήκει
  62. ἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
  63. θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη·
  64. τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.
  65. ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο
  66. ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον.
  67. αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον,
  68. ἀλλʼ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδʼ Ἁλιθέρσης,
  69. οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι,
  70. ἔνθα καθέζετʼ ἰών· τοὶ δʼ ἐξερέεινον ἕκαστα.
  71. τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν
  72. ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδʼ ἄρʼ ἔτι δὴν
  73. Τηλέμαχος ξείνοιο ἑκὰς τράπετʼ, ἀλλὰ παρέστη.
  74. τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε·
  75. Τηλέμαχʼ, αἶψʼ ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας,
  76. ὥς τοι δῶρʼ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε.
  77. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  78. Πείραιʼ, οὐ γάρ τʼ ἴδμεν ὅπως ἔσται τάδε ἔργα.
  79. εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι
  80. λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται,
  81. αὐτὸν ἔχοντά σε βούλομʼ ἐπαυρέμεν, ἤ τινα τῶνδε·
  82. εἰ δέ κʼ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω,
  83. δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων.
  84. ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον.
  85. αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
  86. χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
  87. ἐς δʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
  88. τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
  89. ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
  90. ἔκ ῥʼ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον.
  91. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  92. καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
  93. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  94. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  95. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  96. μήτηρ δʼ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο
  97. κλισμῷ κεκλιμένη, λέπτʼ ἠλάκατα στρωφῶσα.
  98. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον,
  99. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  100. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·