ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν,ἔστι δὲ τερπομένοισιν ἀκούειν· οὐδέ τί σε χρή,πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος.τῶν δʼ ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει,εὑδέτω ἐξελθών· ἅμα δʼ ἠοῖ φαινομένηφιδειπνήσας ἅμʼ ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.νῶϊ δʼ ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τεκήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι,μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ,ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλʼ ἐπαληθῇ.τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις,Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο,οὔ τι περιπληθὴς λίην τόσον, ἀλλʼ ἀγαθὴ μέν,εὔβοτος, εὔμηλος, οἰνοπληθής, πολύπυρος.πείνη δʼ οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη