νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν·ἀλλʼ ὅτε γηράσκωσι πόλιν κάτα φῦλʼ ἀνθρώπων,ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺνοἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται·τῇσιν δʼ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν.ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες,τρῶκται, μυρίʼ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσʼ ἐνὶ οἴκῳ,καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα·τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒεὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύειθηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι·