Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄνδρες ὑπερφίαλοι· μέγα δὲ δμῶες χατέουσιν
  2. ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι
  3. καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι
  4. ἀγρόνδʼ, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.
  5. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  6. ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα,
  7. πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.
  8. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  9. ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,
  10. ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,
  11. ἦ σέ γε μουνωθέντα παρʼ οἴεσιν ἢ παρὰ βουσὶν
  12. ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδʼ ἐπέρασσαν
  13. τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ, ὁ δʼ ἄξιον ὦνον ἔδωκε.
  14. τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
  15. ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,
  16. σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον