ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼ ἱκόμεσθαΦοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο.ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντοἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιοψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ.ἡ δʼ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ,μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετʼ ὄλεθρον.ἀλλʼ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλληφαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων