νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν·ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,ἐν δὲ θεείου πλῆτο· πέσον δʼ ἐκ νηὸς ἅπαντες.οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαινανκύμασιν ἐμφορέοντο· θεὸς δʼ ἀποαίνυτο νόστον.αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ,ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιοἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃγαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδωνἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν