αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκακαὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός·αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππωνκαὶ κύσα γούναθʼ ἑλών· ὁδʼ ἐρύσατο καί μʼ ἐλέησεν,ἐς δίφρον δέ μʼ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,ἱέμενοι κτεῖναι—δὴ γὰρ κεχολώατο λίην—ἀλλʼ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δʼ ὠπίζετο μῆνινξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δʼ ἄγειραχρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες.ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει·