Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.
  2. τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·
  3. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  4. φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,
  5. οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,
  6. μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·
  7. ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν