Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,
  2. μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς
  3. ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν
  4. εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.
  5. καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι
  6. Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.
  7. τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης