Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,
  2. ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
  3. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  4. ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  5. φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,
  6. εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.
  7. ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·