Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἀλλʼ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο
  • πόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι.
  • κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.
  • σπουδῇ δʼ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν
  • δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,
  • ἀλλʼ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.
  • ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,
  • οἱ δὲ χρήματʼ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες
  • κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.
  • οἱ δʼ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες
  • ᾤχοντʼ· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.