Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • οὕνεκʼ ἄρʼ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον
  • δήμῳ ἔνι Τρώων, ἀλλʼ ἄλλων ἦρχον ἑταίρων.
  • τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ
  • ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ·
  • νὺξ δὲ μάλα δνοφερὴ κάτεχʼ οὐρανόν, οὐδέ τις ἡμέας
  • ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.
  • αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,
  • αὐτίκʼ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς
  • ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα·
  • τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι
  • ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.