Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
  2. χειρί τέ μιν κατέρεξε· δέμας δʼ ἤϊκτο γυναικὶ
  3. καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·
  4. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  5. κερδαλέος κʼ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι
  6. ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.
  7. σχέτλιε, ποικιλομῆτα, δόλων ἆτʼ, οὐκ ἄρʼ ἔμελλες,
  8. οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων
  9. μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.
  10. ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω
  11. κέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντων