ἄκρον ὑπερβαλέειν, τότʼ ἀποστρέψασκε κραταιίς·αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.αὐτὰρ ὅ γʼ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δʼ ἱδρὼςἔρρεεν ἐκ μελέων, κονίη δʼ ἐκ κρατὸς ὀρώρει.τὸν δὲ μετʼ εἰσενόησα βίην Ἡρακληείην,εἴδωλον· αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσιτέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην,παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,πάντοσʼ ἀτυζομένων· ὁ δʼ ἐρεμνῇ νυκτὶ ἐοικώς,γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν,δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρχρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο,ἄρκτοι τʼ ἀγρότεροί τε σύες χαροποί τε λέοντες,ὑσμῖναί τε μάχαι τε φόνοι τʼ ἀνδροκτασίαι τε.μὴ τεχνησάμενος μηδʼ ἄλλο τι τεχνήσαιτο,ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.ἔγνω δʼ αὖτʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν,καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,ἆ δείλʼ, ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις,ὅν περ ἐγὼν ὀχέεσκον ὑπʼ αὐγὰς ἠελίοιο.Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀιζὺνεἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶδεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετʼ ἀέθλους.καί ποτέ μʼ ἐνθάδʼ ἔπεμψε κύνʼ ἄξοντʼ· οὐ γὰρ ἔτʼ ἄλλονφράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον·τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο·Ἑρμείας δέ μʼ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη.ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω,αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτʼ ἔλθοιἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.καί νύ κʼ ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ,Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα·ἀλλὰ πρὶν ἐπὶ ἔθνεʼ ἀγείρετο μυρία νεκρῶνἠχῇ θεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει,