μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρουἐξ Ἀίδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια.αὐτίκʼ ἔπειτʼ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρουςαὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.τὴν δὲ κατʼ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο,πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος.αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖονηῦς, ἀπὸ δʼ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιονῆσόν τʼ Αἰαίην, ὅθι τʼ Ἠοῦς ἠριγενείηςοἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο,νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκηςοἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα.φιτροὺς δʼ αἶψα ταμόντες, ὅθʼ ἀκροτάτη πρόεχʼ ἀκτή,θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.αὐτὰρ ἐπεὶ νεκρός τʼ ἐκάη καὶ τεύχεα νεκροῦ,τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντεςπήξαμεν ἀκροτάτῳ τύμβῳ ἐυῆρες ἐρετμόν.ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν· οὐδʼ ἄρα Κίρκηνἐξ Ἀίδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλʼ ὦκαἦλθʼ ἐντυναμένη· ἅμα δʼ ἀμφίπολοι φέρον αὐτῇσῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν.ἡ δʼ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων·σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμʼ Ἀίδαο,δισθανέες, ὅτε τʼ ἄλλοι ἅπαξ θνῄσκουσʼ ἄνθρωποι.ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνοναὖθι πανημέριοι· ἅμα δʼ ἠοῖ φαινομένηφιπλεύσεσθʼ· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστασημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·